Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.286 Joseph. AJ 16.290 (English) >>Joseph. AJ 16.295

16.289τοιαῦτα τοῦ Συλλαίου λέγοντος καὶ προστιθέντος ἐπιφθόνως, ὡς οὐδʼ ἂν αὐτὸς ἀπέλθοι τῆς χώρας μὴ πεπιστευκὼς ὅτι Καίσαρι μέλοι τὴν εἰρήνην ἅπασιν εἶναι πρὸς ἀλλήλους, μηδʼ εἰ παρὼν ἐτύγχανεν ἐκεῖ λυσιτελῆ ποιῆσαι τὸν πόλεμον Ἡρώδῃ, παροξυνθεὶς ἐπὶ τοῖς λεγομένοις Καῖσαρ ἀνέκρινε τῶν Ἡρώδου τοὺς παρόντας καὶ τῶν ἰδίων τοὺς ἀπὸ Συρίας ἥκοντας αὐτὸ μόνον, εἰ τὴν στρατιὰν Ἡρώδης ἐξαγάγοι. 16.290τῶν δὲ τοῦτο μὲν αὐτὸ λέγειν ἀνάγκην ἐχόντων, τὸ δὲ ἐφʼ ὅτῳ καὶ πῶς οὐκ ἀκούοντος, ὀργή τε μείζων ἐγίνετο τῷ Καίσαρι καὶ γράφει πρὸς τὸν Ἡρώδην τά τε ἄλλα χαλεπῶς καὶ τοῦτο τῆς ἐπιστολῆς τὸ κεφάλαιον, ὅτι πάλαι χρώμενος αὐτῷ φίλῳ νῦν ὑπηκόῳ χρήσεται. 16.291γράφει δὲ καὶ Σύλλαιος ὑπὲρ τούτων τοῖς Ἄραψιν. οἱ δʼ ἐπαρθέντες οὔτε τῶν λῃστῶν ὅσοι διέφυγον ἐξεδίδοσαν οὔτε τὰ χρήματα διευλύτουν, νομάς τε ἃς ἐκείνου μισθωσάμενοι διακατεῖχον ἀμισθὶ ταύταις ἐχρῶντο, τεταπεινωμένου τοῦ τῶν Ἰουδαίων βασιλέως διὰ τὴν ὀργὴν τοῦ Καίσαρος. 16.292ἐπιτίθενται δὲ τῷ καιρῷ καὶ οἱ τὴν Τραχωνῖτιν ἔχοντες τῆς τῶν Ἰδουμαίων φρουρᾶς κατεξαναστάντες καὶ λῃστηρίοις χρώμενοι μετὰ τῶν Ἀράβων, οἳ ἐλεηλάτουν τὴν ἐκείνων χώραν οὐκ ἀπὸ ὠφελείας μόνον, ἀλλὰ καὶ μνησικακίας χαλεπώτεροι τὰς ἀδικίας ὄντες.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.286 Joseph. AJ 16.290 (English) >>Joseph. AJ 16.295

Powered by PhiloLogic